Add parallel Print Page Options

14 ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν· 15 ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, 16 ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ [a]πάντα ἐν τοῖς οὐρανοῖς [b]καὶ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· 17 καὶ αὐτός ἐστιν πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν, 18 καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας· ὅς [c]ἐστιν ἀρχή, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων, 19 ὅτι ἐν αὐτῷ εὐδόκησεν πᾶν τὸ πλήρωμα κατοικῆσαι

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:16 πάντα WH Treg NIV ] + τὰ RP
  2. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:16 καὶ WH NIV ] + τὰ Treg RP
  3. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:18 ἐστιν Treg NIV RP ] + ἡ WH